Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.114 Joseph. AJ 9.118 (English) >>Joseph. AJ 9.122

9.116ταῦτα σκοπὸς ὁρῶν ἀπήγγειλεν Ἰωράμῳ τὸν ἱππέα συγκαταμιγέντα τῷ πλήθει τῶν προσιόντων σὺν ἐκείνοις παραγίνεσθαι. πέμψαντος δὲ καὶ δεύτερον τοῦ βασιλέως ταὐτὸ ποιεῖν προσέταξεν Ἰηοῦς. 9.117ὡς δὲ καὶ τοῦτʼ ἐδήλωσεν σκοπὸς Ἰωράμῳ, τελευταῖον αὐτὸς ἐπιβὰς ἅρματος σὺν Ὀχοζίᾳ τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ, παρῆν γὰρ αὐτὸς ὡς ἔφην ἔμπροσθεν ὀψόμενος αὐτὸν πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ συγγένειαν, ἐξῆλθεν ὑπαντησόμενος. 9.118σχολαίτερον δὲ καὶ μετʼ εὐταξίας ὥδευεν Ἰηοῦς. καταλαβὼν δὲ ἐν ἀγρῷ Ναβώθου τοῦτον Ἰώραμος ἐπυνθάνετο, εἰ πάντα ἔχοι καλῶς τὰ κατὰ τὸ στρατόπεδον· βλασφημήσαντος δὲ πικρῶς αὐτὸν Ἰηοῦ, ὡς καὶ τὴν μητέρα αὐτοῦ φαρμακὸν ἀποκαλέσαι, δείσας βασιλεὺς τὴν διάνοιαν αὐτοῦ καὶ μηδὲν ὑγιὲς φρονεῖν αὐτὸν ὑπονοήσας στρέψας ὡς εἶχε τὸ ἅρμα ἔφυγε, φήσας πρὸς Ὀχοζίαν ἐνέδρᾳ καὶ δόλῳ κατεστρατηγῆσθαι. Ἰηοῦς δὲ τοξεύσας αὐτὸν καταβάλλει τοῦ βέλους διὰ τῆς καρδίας ἐνεχθέντος. 9.119καὶ Ἰώραμος μὲν εὐθὺς πεσὼν ἐπὶ γόνυ τὴν ψυχὴν ἀφῆκεν, Ἰηοῦς δὲ προσέταξε Βαδάκῳ τῷ τῆς τρίτης μοίρας ἡγεμόνι ῥῖψαι τὸν Ἰωράμου νεκρὸν εἰς τὸν ἀγρὸν τὸν Ναβώθου ἀναμνήσας αὐτὸν τῆς Ἠλία προφητείας, ἣν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ τὸν Νάβωθον ἀποκτείναντι προεφήτευσεν, ὡς ἀπολεῖται αὐτός τε καὶ τὸ γένος αὐτοῦ ἐν τῷ ἐκείνου χωρίῳ·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.114 Joseph. AJ 9.118 (English) >>Joseph. AJ 9.122

Powered by PhiloLogic